Platon, Fedon (GRK) VV (v. Burnet. 1903).pdf

(1004 KB) Pobierz
ÐëÜôùíïò Öáßäùí, 1.0, unicode
]+[
ΠΗΓΗ: http://users.otenet.gr/∼aper/t2t.htm
Πλάτωνος Φαίδων
(ed. John Burnet, 1903)
Ἐχεκράτης
[57a] αὐτός, ὦ Φαίδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡµέρᾳ ᾗ τὸ φάρµακον ἔπιεν ἐν τῷ δεσµωτηρίῳ, ἢ
ἄλλου του ἤκουσας;
Φαίδων
αὐτός, ὦ Ἐχέκρατες.
Ἐχεκράτης
τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ τοῦ θανάτου; καὶ πῶς ἐτελεύτα; ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιµι. καὶ
γὰρ οὔτε [τῶν πολιτῶν] Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται
χρόνου συχνοῦ [57b] ἐκεῖθεν ὅστις ἂν ἡµῖν σαφές τι ἀγγεῖλαι οἷός τ᾽ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι
φάρµακον πιὼν ἀποθάνοι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν. [58a] Φαίδων
οὐδὲ τὰ περὶ τῆς δίκης ἄρα ἐπύθεσθε ὃν τρόπον ἐγένετο;
Ἐχεκράτης
ναί, ταῦτα µὲν ἡµῖν ἤγγειλέ τις, καὶ ἐθαυµάζοµέν γε ὅτι πάλαι γενοµένης αὐτῆς πολλῷ ὕστερον
φαίνεται ἀποθανών. τί οὖν ἦν τοῦτο, ὦ Φαίδων;
Φαίδων
τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύµνα ἐστεµµένη τοῦ
πλοίου ὃ εἰς ∆ῆλον Ἀθηναῖοι πέµπουσιν.
Ἐχεκράτης
τοῦτο δὲ δὴ τί ἐστιν;
Φαίδων
τοῦτ᾽ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς “δὶς ἑπτὰ” ἐκείνους ᾤχετο
[58b] ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε, εἰ σωθεῖεν,
ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς ∆ῆλον· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ᾽ ἐνιαυτὸν τῷ θεῷ
πέµπουσιν. ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας, νόµος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν
πόλιν καὶ δηµοσίᾳ µηδένα ἀποκτεινύναι, πρὶν ἂν εἰς ∆ῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο·
τοῦτο δ᾽ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεµοι ἀπολαβόντες [58c] αὐτούς. ἀρχὴ δ᾽ ἐστὶ
τῆς θεωρίας ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύµναν τοῦ πλοίου· τοῦτο δ᾽ ἔτυχεν, ὥσπερ
λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός. διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ
δεσµωτηρίῳ ὁ µεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου.
1
Ἐχεκράτης
τί δὲ δὴ τὰ περὶ αὐτὸν τὸν θάνατον, ὦ Φαίδων; τί ἦν τὰ λεχθέντα καὶ πραχθέντα, καὶ τίνες οἱ
παραγενόµενοι τῶν ἐπιτηδείων τῷ ἀνδρί; ἢ οὐκ εἴων οἱ ἄρχοντες παρεῖναι, ἀλλ᾽ ἔρηµος ἐτελεύτα
φίλων; [58d] Φαίδων
οὐδαµῶς, ἀλλὰ παρῆσάν τινες, καὶ πολλοί γε.
Ἐχεκράτης
ταῦτα δὴ πάντα προθυµήθητι ὡς σαφέστατα ἡµῖν ἀπαγγεῖλαι, εἰ µή τίς σοι ἀσχολία τυγχάνει οὖσα.
Φαίδων
ἀλλὰ σχολάζω γε καὶ πειράσοµαι ὑµῖν διηγήσασθαι· καὶ γὰρ τὸ µεµνῆσθαι Σωκράτους καὶ αὐτὸν
λέγοντα καὶ ἄλλου ἀκούοντα ἔµοιγε ἀεὶ πάντων ἥδιστον.
Ἐχεκράτης
ἀλλὰ µήν, ὦ Φαίδων, καὶ τοὺς ἀκουσοµένους γε τοιούτους ἑτέρους ἔχεις· ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ
ἀκριβέστατα διεξελθεῖν πάντα. [58e] Φαίδων
καὶ µὴν ἔγωγε θαυµάσια ἔπαθον παραγενόµενος. οὔτε γὰρ ὡς θανάτῳ παρόντα µε ἀνδρὸς ἐπιτηδείου
ἔλεος εἰσῄει· εὐδαίµων γάρ µοι ἁνὴρ ἐφαίνετο, ὦ Ἐχέκρατες, καὶ τοῦ τρόπου καὶ τῶν λόγων, ὡς ἀδεῶς
καὶ γενναίως ἐτελεύτα, ὥστε µοι ἐκεῖνον παρίστασθαι µηδ᾽ εἰς Ἅιδου ἰόντα ἄνευ θείας µοίρας ἰέναι,
ἀλλὰ καὶ ἐκεῖσε ἀφικόµενον εὖ πράξειν [59a] εἴπερ τις πώποτε καὶ ἄλλος. διὰ δὴ ταῦτα οὐδὲν πάνυ µοι
ἐλεινὸν εἰσῄει, ὡς εἰκὸς ἂν δόξειεν εἶναι παρόντι πένθει, οὔτε αὖ ἡδονὴ ὡς ἐν φιλοσοφίᾳ ἡµῶν ὄντων
ὥσπερ εἰώθεµεν --καὶ γὰρ οἱ λόγοι τοιοῦτοί τινες ἦσαν--ἀλλ᾽ ἀτεχνῶς ἄτοπόν τί µοι πάθος παρῆν καί
τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραµένη ὁµοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυµουµένῳ ὅτι αὐτίκα
ἐκεῖνος ἔµελλε τελευτᾶν. καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείµεθα, τοτὲ µὲν γελῶντες, ἐνίοτε
δὲ δακρύοντες, εἷς δὲ ἡµῶν καὶ διαφερόντως, Ἀπολλόδωρος-- [59b] οἶσθα γάρ που τὸν ἄνδρα καὶ τὸν
τρόπον αὐτοῦ.
Ἐχεκράτης
πῶς γὰρ οὔ;
Φαίδων
ἐκεῖνός τε τοίνυν παντάπασιν οὕτως εἶχεν, καὶ αὐτὸς ἔγωγε ἐτεταράγµην καὶ οἱ ἄλλοι.
Ἐχεκράτης
ἔτυχον δέ, ὦ Φαίδων, τίνες παραγενόµενοι;
Φαίδων
οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι
Ἑρµογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης· ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος
καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων. Πλάτων δὲ οἶµαι ἠσθένει.
Ἐχεκράτης
ξένοι δέ τινες παρῆσαν;
Φαίδων
[59c] ναί, Σιµµίας τέ γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ Τερψίων.
Ἐχεκράτης
τί δέ; Ἀρίστιππος καὶ Κλεόµβροτος παρεγένοντο;
Φαίδων
2
οὐ δῆτα· ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι.
Ἐχεκράτης
ἄλλος δέ τις παρῆν;
Φαίδων
σχεδόν τι οἶµαι τούτους παραγενέσθαι.
Ἐχεκράτης
τί οὖν δή; τίνες φῂς ἦσαν οἱ λόγοι;
Φαίδων
ἐγώ σοι ἐξ ἀρχῆς πάντα πειράσοµαι διηγήσασθαι. [59d] ἀεὶ γὰρ δὴ καὶ τὰς πρόσθεν ἡµέρας εἰώθεµεν
φοιτᾶν καὶ ἐγὼ καὶ οἱ ἄλλοι παρὰ τὸν Σωκράτη, συλλεγόµενοι ἕωθεν εἰς τὸ δικαστήριον ἐν ᾧ καὶ ἡ δίκη
ἐγένετο· πλησίον γὰρ ἦν τοῦ δεσµωτηρίου. περιεµένοµεν οὖν ἑκάστοτε ἕως ἀνοιχθείη τὸ δεσµωτήριον,
διατρίβοντες µετ᾽ ἀλλήλων, ἀνεῴγετο γὰρ οὐ πρῴ· ἐπειδὴ δὲ ἀνοιχθείη, εἰσῇµεν παρὰ τὸν Σωκράτη καὶ
τὰ πολλὰ διηµερεύοµεν µετ᾽ αὐτοῦ. καὶ δὴ καὶ τότε πρῳαίτερον συνελέγηµεν· τῇ γὰρ προτεραίᾳ
[ἡµέρᾳ] [59e] ἐπειδὴ ἐξήλθοµεν ἐκ τοῦ δεσµωτηρίου ἑσπέρας, ἐπυθόµεθα ὅτι τὸ πλοῖον ἐκ ∆ήλου
ἀφιγµένον εἴη. παρηγγείλαµεν οὖν ἀλλήλοις ἥκειν ὡς πρῳαίτατα εἰς τὸ εἰωθός. καὶ ἥκοµεν καὶ ἡµῖν
ἐξελθὼν ὁ θυρωρός, ὅσπερ εἰώθει ὑπακούειν, εἶπεν περιµένειν καὶ µὴ πρότερον παριέναι ἕως ἂν αὐτὸς
κελεύσῃ· “λύουσι γάρ”, ἔφη, “οἱ ἕνδεκα Σωκράτη καὶ παραγγέλλουσιν ὅπως ἂν τῇδε τῇ ἡµέρᾳ
τελευτᾷ”. οὐ πολὺν δ᾽ οὖν χρόνον ἐπισχὼν ἧκεν καὶ ἐκέλευεν ἡµᾶς εἰσιέναι. εἰσιόντες οὖν [60a]
κατελαµβάνοµεν τὸν µὲν Σωκράτη ἄρτι λελυµένον, τὴν δὲ Ξανθίππην--γιγνώσκεις γάρ--ἔχουσάν τε τὸ
παιδίον αὐτοῦ καὶ παρακαθηµένην. ὡς οὖν εἶδεν ἡµᾶς ἡ Ξανθίππη, ἀνηυφήµησέ τε καὶ τοιαῦτ᾽ ἄττα
εἶπεν, οἷα δὴ εἰώθασιν αἱ γυναῖκες, ὅτι “ὦ Σώκρατες, ὕστατον δή σε προσεροῦσι νῦν οἱ ἐπιτήδειοι καὶ σὺ
τούτους”. καὶ ὁ Σωκράτης βλέψας εἰς τὸν Κρίτωνα, “ὦ Κρίτων”, ἔφη, “ἀπαγέτω τις αὐτὴν οἴκαδε”.
καὶ ἐκείνην µὲν ἀπῆγόν τινες τῶν τοῦ Κρίτωνος βοῶσάν [60b] τε καὶ κοπτοµένην· ὁ δὲ Σωκράτης
ἀνακαθιζόµενος εἰς τὴν κλίνην συνέκαµψέ τε τὸ σκέλος καὶ ἐξέτριψε τῇ χειρί, καὶ τρίβων ἅµα, ὡς
ἄτοπον, ἔφη, ὦ ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο ὃ καλοῦσιν οἱ ἄνθρωποι ἡδύ· ὡς θαυµασίως πέφυκε πρὸς τὸ
δοκοῦν ἐναντίον εἶναι, τὸ λυπηρόν, τὸ ἅµα µὲν αὐτὼ µὴ ᾽θέλειν παραγίγνεσθαι τῷ ἀνθρώπῳ, ἐὰν δέ
τις διώκῃ τὸ ἕτερον καὶ λαµβάνῃ, σχεδόν τι ἀναγκάζεσθαι ἀεὶ λαµβάνειν καὶ τὸ ἕτερον, ὥσπερ ἐκ µιᾶς
κορυφῆς ἡµµένω [60c] δύ᾽ ὄντε. καί µοι δοκεῖ, ἔφη, εἰ ἐνενόησεν αὐτὰ Αἴσωπος, µῦθον ἂν συνθεῖναι ὡς
ὁ θεὸς βουλόµενος αὐτὰ διαλλάξαι πολεµοῦντα, ἐπειδὴ οὐκ ἐδύνατο, συνῆψεν εἰς ταὐτὸν αὐτοῖς τὰς
κορυφάς, καὶ διὰ ταῦτα ᾧ ἂν τὸ ἕτερον παραγένηται ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἕτερον. ὥσπερ οὖν
καὶ αὐτῷ µοι ἔοικεν· ἐπειδὴ ὑπὸ τοῦ δεσµοῦ ἦν ἐν τῷ σκέλει τὸ ἀλγεινόν, ἥκειν δὴ φαίνεται
ἐπακολουθοῦν τὸ ἡδύ.
ὁ οὖν Κέβης ὑπολαβών, νὴ τὸν ∆ία, ὦ Σώκρατες, ἔφη, εὖ γ᾽ ἐποίησας ἀναµνήσας µε. περὶ γάρ τοι τῶν
[60d] ποιηµάτων ὧν πεποίηκας ἐντείνας τοὺς τοῦ Αἰσώπου λόγους καὶ τὸ εἰς τὸν Ἀπόλλω προοίµιον
καὶ ἄλλοι τινές µε ἤδη ἤροντο, ἀτὰρ καὶ Εὔηνος πρῴην, ὅτι ποτὲ διανοηθείς, ἐπειδὴ δεῦρο ἦλθες,
ἐποίησας αὐτά, πρότερον οὐδὲν πώποτε ποιήσας. εἰ οὖν τί σοι µέλει τοῦ ἔχειν ἐµὲ Εὐήνῳ ἀποκρίνασθαι
ὅταν µε αὖθις ἐρωτᾷ--εὖ οἶδα γὰρ ὅτι ἐρήσεται--εἰπὲ τί χρὴ λέγειν.
λέγε τοίνυν, ἔφη, αὐτῷ, ὦ Κέβης, τἀληθῆ, ὅτι οὐκ ἐκείνῳ βουλόµενος οὐδὲ τοῖς ποιήµασιν αὐτοῦ
ἀντίτεχνος [60e] εἶναι ἐποίησα ταῦτα--ᾔδη γὰρ ὡς οὐ ῥᾴδιον εἴη--ἀλλ᾽ ἐνυπνίων τινῶν ἀποπειρώµενος
τί λέγοι, καὶ ἀφοσιούµενος εἰ ἄρα πολλάκις ταύτην τὴν µουσικήν µοι ἐπιτάττοι ποιεῖν. ἦν γὰρ δὴ ἄττα
τοιάδε· πολλάκις µοι φοιτῶν τὸ αὐτὸ ἐνύπνιον ἐν τῷ παρελθόντι βίῳ, ἄλλοτ᾽ ἐν ἄλλῃ ὄψει φαινόµενον,
τὰ αὐτὰ δὲ λέγον, “ὦ Σώκρατες”, ἔφη, “µουσικὴν ποίει καὶ ἐργάζου”. καὶ ἐγὼ ἔν γε τῷ πρόσθεν χρόνῳ
ὅπερ ἔπραττον τοῦτο ὑπελάµβανον αὐτό µοι παρακελεύεσθαί τε [61a] καὶ ἐπικελεύειν, ὥσπερ οἱ τοῖς
θέουσι διακελευόµενοι, καὶ ἐµοὶ οὕτω τὸ ἐνύπνιον ὅπερ ἔπραττον τοῦτο ἐπικελεύειν, µουσικὴν ποιεῖν,
3
ὡς φιλοσοφίας µὲν οὔσης µεγίστης µουσικῆς, ἐµοῦ δὲ τοῦτο πράττοντος. νῦν δ᾽ ἐπειδὴ ἥ τε δίκη
ἐγένετο καὶ ἡ τοῦ θεοῦ ἑορτὴ διεκώλυέ µε ἀποθνῄσκειν, ἔδοξε χρῆναι, εἰ ἄρα πολλάκις µοι προστάττοι
τὸ ἐνύπνιον ταύτην τὴν δηµώδη µουσικὴν ποιεῖν, µὴ ἀπειθῆσαι αὐτῷ ἀλλὰ ποιεῖν· ἀσφαλέστερον γὰρ
εἶναι µὴ ἀπιέναι πρὶν ἀφοσιώσασθαι [61b] ποιήσαντα ποιήµατα [καὶ] πιθόµενον τῷ ἐνυπνίῳ. οὕτω δὴ
πρῶτον µὲν εἰς τὸν θεὸν ἐποίησα οὗ ἦν ἡ παροῦσα θυσία· µετὰ δὲ τὸν θεόν, ἐννοήσας ὅτι τὸν ποιητὴν
δέοι, εἴπερ µέλλοι ποιητὴς εἶναι, ποιεῖν µύθους ἀλλ᾽ οὐ λόγους, καὶ αὐτὸς οὐκ ἦ µυθολογικός, διὰ ταῦτα
δὴ οὓς προχείρους εἶχον µύθους καὶ ἠπιστάµην τοὺς Αἰσώπου, τούτων ἐποίησα οἷς πρώτοις ἐνέτυχον.
ταῦτα οὖν, ὦ Κέβης, Εὐήνῳ φράζε, καὶ ἐρρῶσθαι καί, ἂν σωφρονῇ, ἐµὲ διώκειν ὡς τάχιστα. [61c] ἄπειµι
δέ, ὡς ἔοικε, τήµερον· κελεύουσι γὰρ Ἀθηναῖοι.
καὶ ὁ Σιµµίας, οἷον παρακελεύῃ, ἔφη, τοῦτο, ὦ Σώκρατες, Εὐήνῳ. πολλὰ γὰρ ἤδη ἐντετύχηκα τῷ ἀνδρί·
σχεδὸν οὖν ἐξ ὧν ἐγὼ ᾔσθηµαι οὐδ᾽ ὁπωστιοῦν σοι ἑκὼν εἶναι πείσεται.
τί δέ; ἦ δ᾽ ὅς, οὐ φιλόσοφος Εὔηνος;
ἔµοιγε δοκεῖ, ἔφη ὁ Σιµµίας.
ἐθελήσει τοίνυν καὶ Εὔηνος καὶ πᾶς ὅτῳ ἀξίως τούτου τοῦ πράγµατος µέτεστιν. οὐ µέντοι ἴσως
βιάσεται αὑτόν· οὐ γάρ φασι θεµιτὸν εἶναι. καὶ ἅµα λέγων ταῦτα καθῆκε [61d] τὰ σκέλη ἐπὶ τὴν γῆν,
καὶ καθεζόµενος οὕτως ἤδη τὰ λοιπὰ διελέγετο.
ἤρετο οὖν αὐτὸν ὁ Κέβης· πῶς τοῦτο λέγεις, ὦ Σώκρατες, τὸ µὴ θεµιτὸν εἶναι ἑαυτὸν βιάζεσθαι, ἐθέλειν
δ᾽ ἂν τῷ ἀποθνῄσκοντι τὸν φιλόσοφον ἕπεσθαι;
τί δέ, ὦ Κέβης; οὐκ ἀκηκόατε σύ τε καὶ Σιµµίας περὶ τῶν τοιούτων Φιλολάῳ συγγεγονότες;
οὐδέν γε σαφές, ὦ Σώκρατες.
ἀλλὰ µὴν καὶ ἐγὼ ἐξ ἀκοῆς περὶ αὐτῶν λέγω· ἃ µὲν οὖν τυγχάνω ἀκηκοὼς φθόνος οὐδεὶς λέγειν. καὶ
γὰρ ἴσως [61e] καὶ µάλιστα πρέπει µέλλοντα ἐκεῖσε ἀποδηµεῖν διασκοπεῖν τε καὶ µυθολογεῖν περὶ τῆς
ἀποδηµίας τῆς ἐκεῖ, ποίαν τινὰ αὐτὴν οἰόµεθα εἶναι· τί γὰρ ἄν τις καὶ ποιοῖ ἄλλο ἐν τῷ µέχρι ἡλίου
δυσµῶν χρόνῳ;
κατὰ τί δὴ οὖν ποτε οὔ φασι θεµιτὸν εἶναι αὐτὸν ἑαυτὸν ἀποκτεινύναι, ὦ Σώκρατες; ἤδη γὰρ ἔγωγε,
ὅπερ νυνδὴ σὺ ἤρου, καὶ Φιλολάου ἤκουσα, ὅτε παρ᾽ ἡµῖν διῃτᾶτο, ἤδη δὲ καὶ ἄλλων τινῶν, ὡς οὐ δέοι
τοῦτο ποιεῖν· σαφὲς δὲ περὶ αὐτῶν οὐδενὸς πώποτε οὐδὲν ἀκήκοα. [62a] ἀλλὰ προθυµεῖσθαι χρή, ἔφη·
τάχα γὰρ ἂν καὶ ἀκούσαις. ἴσως µέντοι θαυµαστόν σοι φανεῖται εἰ τοῦτο µόνον τῶν ἄλλων ἁπάντων
ἁπλοῦν ἐστιν, καὶ οὐδέποτε τυγχάνει τῷ ἀνθρώπῳ, ὥσπερ καὶ τἆλλα, ἔστιν ὅτε καὶ οἷς βέλτιον <ὂν>
τεθνάναι ἢ ζῆν, οἷς δὲ βέλτιον τεθνάναι, θαυµαστὸν ἴσως σοι φαίνεται εἰ τούτοις τοῖς ἀνθρώποις µὴ
ὅσιον αὐτοὺς ἑαυτοὺς εὖ ποιεῖν, ἀλλὰ ἄλλον δεῖ περιµένειν εὐεργέτην.
καὶ ὁ Κέβης ἠρέµα ἐπιγελάσας, Ἴττω Ζεύς, ἔφη, τῇ αὑτοῦ φωνῇ εἰπών.
[62b] καὶ γὰρ ἂν δόξειεν, ἔφη ὁ Σωκράτης, οὕτω γ᾽ εἶναι ἄλογον· οὐ µέντοι ἀλλ᾽ ἴσως γ᾽ ἔχει τινὰ λόγον.
ὁ µὲν οὖν ἐν ἀπορρήτοις λεγόµενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσµεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ
δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδ᾽ ἀποδιδράσκειν, µέγας τέ τίς µοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν· οὐ
µέντοι ἀλλὰ τόδε γέ µοι δοκεῖ, ὦ Κέβης, εὖ λέγεσθαι, τὸ θεοὺς εἶναι ἡµῶν τοὺς ἐπιµελουµένους καὶ
ἡµᾶς τοὺς ἀνθρώπους ἓν τῶν κτηµάτων τοῖς θεοῖς εἶναι. ἢ σοὶ οὐ δοκεῖ οὕτως;
ἔµοιγε, φησὶν ὁ Κέβης.
4
[62c] οὐκοῦν, ἦ δ᾽ ὅς, καὶ σὺ ἂν τῶν σαυτοῦ κτηµάτων εἴ τι αὐτὸ ἑαυτὸ ἀποκτεινύοι, µὴ σηµήναντός σου
ὅτι βούλει αὐτὸ τεθνάναι, χαλεπαίνοις ἂν αὐτῷ καί, εἴ τινα ἔχοις τιµωρίαν, τιµωροῖο ἄν;
πάνυ γ᾽, ἔφη.
ἴσως τοίνυν ταύτῃ οὐκ ἄλογον µὴ πρότερον αὑτὸν ἀποκτεινύναι δεῖν, πρὶν ἀνάγκην τινὰ θεὸς
ἐπιπέµψῃ, ὥσπερ καὶ τὴν νῦν ἡµῖν παροῦσαν.
ἀλλ᾽ εἰκός, ἔφη ὁ Κέβης, τοῦτό γε φαίνεται. ὃ µέντοι νυνδὴ ἔλεγες, τὸ τοὺς φιλοσόφους ῥᾳδίως ἂν
ἐθέλειν [62d] ἀποθνῄσκειν, ἔοικεν τοῦτο, ὦ Σώκρατες, ἀτόπῳ, εἴπερ ὃ νυνδὴ ἐλέγοµεν εὐλόγως ἔχει, τὸ
θεόν τε εἶναι τὸν ἐπιµελούµενον ἡµῶν καὶ ἡµᾶς ἐκείνου κτήµατα εἶναι. τὸ γὰρ µὴ ἀγανακτεῖν τοὺς
φρονιµωτάτους ἐκ ταύτης τῆς θεραπείας ἀπιόντας, ἐν ᾗ ἐπιστατοῦσιν αὐτῶν οἵπερ ἄριστοί εἰσιν τῶν
ὄντων ἐπιστάται, θεοί, οὐκ ἔχει λόγον· οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄµεινον ἐπιµελήσεσθαι
ἐλεύθερος γενόµενος. ἀλλ᾽ ἀνόητος µὲν ἄνθρωπος τάχ᾽ ἂν οἰηθείη ταῦτα, φευκτέον [62e] εἶναι ἀπὸ τοῦ
δεσπότου, καὶ οὐκ ἂν λογίζοιτο ὅτι οὐ δεῖ ἀπό γε τοῦ ἀγαθοῦ φεύγειν ἀλλ᾽ ὅτι µάλιστα παραµένειν, διὸ
ἀλογίστως ἂν φεύγοι· ὁ δὲ νοῦν ἔχων ἐπιθυµοῖ που ἂν ἀεὶ εἶναι παρὰ τῷ αὑτοῦ βελτίονι. καίτοι οὕτως,
ὦ Σώκρατες, τοὐναντίον εἶναι εἰκὸς ἢ ὃ νυνδὴ ἐλέγετο· τοὺς µὲν γὰρ φρονίµους ἀγανακτεῖν
ἀποθνῄσκοντας πρέπει, τοὺς δὲ ἄφρονας χαίρειν.
ἀκούσας οὖν ὁ Σωκράτης ἡσθῆναί τέ µοι ἔδοξε τῇ τοῦ [63a] κέβητος πραγµατείᾳ, καὶ ἐπιβλέψας εἰς
ἡµᾶς, ἀεί τοι, ἔφη, [ὁ] Κέβης λόγους τινὰς ἀνερευνᾷ, καὶ οὐ πάνυ εὐθέως ἐθέλει πείθεσθαι ὅτι ἄν τις
εἴπῃ.
καὶ ὁ Σιµµίας, ἀλλὰ µήν, ἔφη, ὦ Σώκρατες, νῦν γέ µοι δοκεῖ τι καὶ αὐτῷ λέγειν Κέβης· τί γὰρ ἂν
βουλόµενοι ἄνδρες σοφοὶ ὡς ἀληθῶς δεσπότας ἀµείνους αὑτῶν φεύγοιεν καὶ ῥᾳδίως ἀπαλλάττοιντο
αὐτῶν; καί µοι δοκεῖ Κέβης εἰς σὲ τείνειν τὸν λόγον, ὅτι οὕτω ῥᾳδίως φέρεις καὶ ἡµᾶς ἀπολείπων καὶ
ἄρχοντας ἀγαθούς, ὡς αὐτὸς ὁµολογεῖς, θεούς.
[63b] δίκαια, ἔφη, λέγετε· οἶµαι γὰρ ὑµᾶς λέγειν ὅτι χρή µε πρὸς ταῦτα ἀπολογήσασθαι ὥσπερ ἐν
δικαστηρίῳ.
πάνυ µὲν οὖν, ἔφη ὁ Σιµµίας.
φέρε δή, ἦ δ᾽ ὅς, πειραθῶ πιθανώτερον πρὸς ὑµᾶς ἀπολογήσασθαι ἢ πρὸς τοὺς δικαστάς. ἐγὼ γάρ, ἔφη,
ὦ Σιµµία τε καὶ Κέβης, εἰ µὲν µὴ ᾤµην ἥξειν πρῶτον µὲν παρὰ θεοὺς ἄλλους σοφούς τε καὶ ἀγαθούς,
ἔπειτα καὶ παρ᾽ ἀνθρώπους τετελευτηκότας ἀµείνους τῶν ἐνθάδε, ἠδίκουν ἂν οὐκ ἀγανακτῶν τῷ
θανάτῳ· νῦν δὲ εὖ ἴστε ὅτι παρ᾽ [63c] ἄνδρας τε ἐλπίζω ἀφίξεσθαι ἀγαθούς--καὶ τοῦτο µὲν οὐκ ἂν πάνυ
διισχυρισαίµην--ὅτι µέντοι παρὰ θεοὺς δεσπότας πάνυ ἀγαθοὺς ἥξειν, εὖ ἴστε ὅτι εἴπερ τι ἄλλο τῶν
τοιούτων διισχυρισαίµην ἂν καὶ τοῦτο. ὥστε διὰ ταῦτα οὐχ ὁµοίως ἀγανακτῶ, ἀλλ᾽ εὔελπίς εἰµι εἶναί τι
τοῖς τετελευτηκόσι καί, ὥσπερ γε καὶ πάλαι λέγεται, πολὺ ἄµεινον τοῖς ἀγαθοῖς ἢ τοῖς κακοῖς.
τί οὖν, ἔφη ὁ Σιµµίας, ὦ Σώκρατες; αὐτὸς ἔχων τὴν διάνοιαν ταύτην ἐν νῷ ἔχεις ἀπιέναι, ἢ κἂν ἡµῖν
µεταδοίης; [63d] κοινὸν γὰρ δὴ ἔµοιγε δοκεῖ καὶ ἡµῖν εἶναι ἀγαθὸν τοῦτο, καὶ ἅµα σοι ἡ ἀπολογία ἔσται,
ἐὰν ἅπερ λέγεις ἡµᾶς πείσῃς.
ἀλλὰ πειράσοµαι, ἔφη. πρῶτον δὲ Κρίτωνα τόνδε σκεψώµεθα τί ἐστιν ὃ βούλεσθαί µοι δοκεῖ πάλαι
εἰπεῖν.
τί δέ, ὦ Σώκρατες, ἔφη ὁ Κρίτων, ἄλλο γε ἢ πάλαι µοι λέγει ὁ µέλλων σοι δώσειν τὸ φάρµακον ὅτι χρή
σοι φράζειν ὡς ἐλάχιστα διαλέγεσθαι; φησὶ γὰρ θερµαίνεσθαι µᾶλλον διαλεγοµένους, δεῖν δὲ οὐδὲν
5
Zgłoś jeśli naruszono regulamin